Encontrados 27855 resultados para: Καὶ
ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις Αραρατ παρ’ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος (Jeremias 28, 27)
ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ (Jeremias 28, 28)
ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν (Jeremias 28, 29)
διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ (Jeremias 28, 31)
ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται (Jeremias 28, 32)
διότι τάδε λέγει κύριος οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς (Jeremias 28, 33)
οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα ἐρεῖ κατοικοῦσα Σιων καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐρεῖ Ιερουσαλημ (Jeremias 28, 35)
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς (Jeremias 28, 36)
καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται (Jeremias 28, 37)
ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων (Jeremias 28, 38)
ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος (Jeremias 28, 39)
καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων (Jeremias 28, 40)