Mosaico decorativo

Encontrados 27855 resultados para: Καὶ

  • οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης (Eclesiástico 38, 34)

  • πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται (Eclesiástico 39, 1)

  • διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται (Eclesiástico 39, 2)

  • ἀπόκρυφα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται (Eclesiástico 39, 3)

  • ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν (Eclesiástico 39, 4)

  • τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται (Eclesiástico 39, 5)

  • ἐὰν κύριος ὁ μέγας θελήσῃ πνεύματι συνέσεως ἐμπλησθήσεται αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτοῦ καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ (Eclesiástico 39, 6)

  • αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται (Eclesiástico 39, 7)

  • αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται (Eclesiástico 39, 8)

  • αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν (Eclesiástico 39, 9)

  • τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία (Eclesiástico 39, 10)

  • ἐὰν ἐμμείνῃ ὄνομα καταλείψει ἢ χίλιοι καὶ ἐὰν ἀναπαύσηται ἐκποιεῖ αὐτῷ (Eclesiástico 39, 11)


"O Santo Sacrifício da Missa é o sufrágio mais eficaz que ultrapassa todas as orações." São Padre Pio de Pietrelcina