Encontrados 27855 resultados para: Καὶ
λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων (Eclesiástico 27, 14)
ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά (Eclesiástico 27, 15)
ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ (Eclesiástico 27, 16)
στέρξον φίλον καὶ πιστώθητι μετ’ αὐτοῦ ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ (Eclesiástico 27, 17)
καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν (Eclesiástico 27, 19)
μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος (Eclesiástico 27, 20)
ὅτι τραῦμα ἔστιν καταδῆσαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν (Eclesiástico 27, 21)
διανεύων ὀφθαλμῷ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ’ αὐτοῦ (Eclesiástico 27, 22)
ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον (Eclesiástico 27, 23)
πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ καὶ ὁ κύριος μισήσει αὐτόν (Eclesiástico 27, 24)
ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει καὶ πληγὴ δολία διελεῖ τραύματα (Eclesiástico 27, 25)
ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται (Eclesiástico 27, 26)