Encontrados 27855 resultados para: Καὶ
ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης (Eclesiástico 24, 29)
κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον (Eclesiástico 24, 30)
εἶπα ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν (Eclesiástico 24, 31)
ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν (Eclesiástico 24, 32)
ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων (Eclesiástico 24, 33)
ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφῶν καὶ φιλία τῶν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι (Eclesiástico 25, 1)
τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει (Eclesiástico 25, 2)
ἐν νεότητι οὐ συναγείοχας καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου (Eclesiástico 25, 3)
ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν (Eclesiástico 25, 4)
ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή (Eclesiástico 25, 5)
στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου (Eclesiástico 25, 6)
ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν (Eclesiástico 25, 7)