Encontrados 1587 resultados para: Κατὰ
καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη κατὰ τὸ αὐτὸ μεριοῦνται (I Samuel 30, 24)
καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό (I Samuel 31, 6)
καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου (II Samuel 1, 16)
καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν Γαβαων (II Samuel 2, 16)
καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ (II Samuel 3, 33)
καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ (II Samuel 3, 39)
καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα (II Samuel 4, 7)
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς (II Samuel 7, 9)
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ (II Samuel 7, 17)
διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου (II Samuel 7, 21)
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο (II Samuel 8, 6)
καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως (II Samuel 9, 11)