Encontrados 670 resultados para: Ιούδα Φυλή
καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας (I Macabeus 14, 4)
τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου (II Macabeus 8, 12)
προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν διδόντα δὲ προσφωνῆσαι τάδε (II Macabeus 15, 15)
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται (Eclesiástico 16, 4)
καὶ διαθήκη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐκ φυλῆς Ιουδα κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ (Eclesiástico 45, 25)
πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου οἱ βασιλεῖς Ιουδα ἐξέλιπον (Eclesiástico 49, 4)
καὶ νῦν ἄνθρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου (Isaías 5, 3)
ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος τοῦ Ισραηλ ἐστίν καὶ ἄνθρωπος τοῦ Ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν (Isaías 5, 7)
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαθαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν (Isaías 7, 1)
ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τῶν Ἀσσυρίων (Isaías 7, 17)
καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς (Isaías 11, 12)
καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Εφραιμ καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολοῦνται Εφραιμ οὐ ζηλώσει Ιουδαν καὶ Ιουδας οὐ θλίψει Εφραιμ (Isaías 11, 13)