Encontrados 3858 resultados para: Θεού του Ισραήλ
καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς (Baruc 2, 35)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ (Baruc 3, 1)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά (Baruc 3, 4)
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν (Baruc 3, 8)
ἄκουε Ισραηλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν (Baruc 3, 9)
τί ἐστιν Ισραηλ τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ (Baruc 3, 10)
τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα (Baruc 3, 13)
ὦ Ισραηλ ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ (Baruc 3, 24)
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ (Baruc 3, 37)
αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωήν οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται (Baruc 4, 1)
μακάριοί ἐσμεν Ισραηλ ὅτι τὰ ἀρεστὰ τῷ θεῷ ἡμῖν γνωστά ἐστιν (Baruc 4, 4)
θαρσεῖτε λαός μου μνημόσυνον Ισραηλ (Baruc 4, 5)