Encontrados 3858 resultados para: Θεού του Ισραήλ
καὶ εἶπαν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ (II Samuel 21, 5)
καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ (II Samuel 21, 15)
καὶ ἐβοήθησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ (II Samuel 21, 17)
καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφοῦ Δαυιδ (II Samuel 21, 21)
ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου (II Samuel 22, 22)
τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν (II Samuel 22, 32)
καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ (II Samuel 23, 1)
λέγει ὁ θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ (II Samuel 23, 3)
καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ (II Samuel 23, 9)
καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα (II Samuel 24, 1)
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ (II Samuel 24, 2)
καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ (II Samuel 24, 4)