Encontrados 11889 resultados para: Εἷς
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές [με] ὧν τε ὀφθήσομαί σοι, (Atos dos Apóstolos 26, 16)
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε (Atos dos Apóstolos 26, 17)
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. (Atos dos Apóstolos 26, 18)
ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. (Atos dos Apóstolos 26, 24)
πιστεύεις, βασιλεῦ ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. (Atos dos Apóstolos 26, 27)
ὁ δὲ ἀγρίππας πρὸς τὸν παῦλον, ἐν ὀλίγῳ με πείθεις χριστιανὸν ποιῆσαι. (Atos dos Apóstolos 26, 28)
ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ἰταλίαν, παρεδίδουν τόν τε παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ἰουλίῳ σπείρης σεβαστῆς. (Atos dos Apóstolos 27, 1)
ἐπιβάντες δὲ πλοίῳ ἀδραμυττηνῶ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν ἀριστάρχου μακεδόνος θεσσαλονικέως· (Atos dos Apóstolos 27, 2)
τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς σιδῶνα, φιλανθρώπως τε ὁ ἰούλιος τῶ παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. (Atos dos Apóstolos 27, 3)
τό τε πέλαγος τὸ κατὰ τὴν κιλικίαν καὶ παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς μύρα τῆς λυκίας. (Atos dos Apóstolos 27, 5)
κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ἀλεξανδρῖνον πλέον εἰς τὴν ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. (Atos dos Apóstolos 27, 6)
μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον καλοὺς λιμένας, ᾧ ἐγγὺς πόλις ἦν λασαία. (Atos dos Apóstolos 27, 8)