Encontrados 11889 resultados para: Εἷς
ὁ οὗν ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν. (São João 11, 54)
ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. (São João 11, 55)
ἐζήτουν οὗν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῶ ἱερῶ ἑστηκότες, τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; (São João 11, 56)
δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῶ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. (São João 11, 57)
ὁ οὗν ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς βηθανίαν, ὅπου ἦν λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ἰησοῦς. (São João 12, 1)
ἐποίησαν οὗν αὐτῶ δεῖπνον ἐκεῖ, καὶ ἡ μάρθα διηκόνει, ὁ δὲ λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῶ. (São João 12, 2)
λέγει δὲ ἰούδας ὁ ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι, (São João 12, 4)
εἶπεν οὗν ὁ ἰησοῦς, ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· (São João 12, 7)
ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν λάζαρον ἀποκτείνωσιν, (São João 12, 10)
ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν ἰησοῦν. (São João 12, 11)
τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ ἰησοῦς εἰς ἱεροσόλυμα, (São João 12, 12)
ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῶ, καὶ ἐκραύγαζον, ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [καὶ] ὁ βασιλεὺς τοῦ ἰσραήλ. (São João 12, 13)