Encontrados 11889 resultados para: Εἷς
ἐποίησεν δὲ κύριος οὕτως καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης (Êxodo 8, 20)
ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν καθάπερ εἶπεν ἡμῖν (Êxodo 8, 23)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν (Êxodo 9, 1)
εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ’ ἔτι ἐγκρατεῖς αὐτοῦ (Êxodo 9, 2)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ (Êxodo 9, 8)
καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν (Êxodo 9, 10)
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν κύριος (Êxodo 9, 12)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι (Êxodo 9, 13)
ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἵν’ εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ (Êxodo 9, 14)
νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα τελευτήσει (Êxodo 9, 19)
ὁ φοβούμενος τὸ ῥῆμα κυρίου τῶν θεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους (Êxodo 9, 20)
ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις (Êxodo 9, 21)