Encontrados 11645 resultados para: Δὲ
ἀτενίσας δὲ πέτρος εἰς αὐτὸν σὺν τῶ ἰωάννῃ εἶπεν, βλέψον εἰς ἡμᾶς. (Atos dos Apóstolos 3, 4)
ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. (Atos dos Apóstolos 3, 5)
εἶπεν δὲ πέτρος, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῶ ὀνόματι ἰησοῦ χριστοῦ τοῦ ναζωραίου [ἔγειρε καὶ] περιπάτει. (Atos dos Apóstolos 3, 6)
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά, (Atos dos Apóstolos 3, 7)
καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, (Atos dos Apóstolos 3, 9)
ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῶ συμβεβηκότι αὐτῶ. (Atos dos Apóstolos 3, 10)
κρατοῦντος δὲ αὐτοῦ τὸν πέτρον καὶ τὸν ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ σολομῶντος ἔκθαμβοι. (Atos dos Apóstolos 3, 11)
ἰδὼν δὲ ὁ πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἄνδρες ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; (Atos dos Apóstolos 3, 12)
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, (Atos dos Apóstolos 3, 14)
τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὖ ἡμεῖς μάρτυρές ἐσμεν. (Atos dos Apóstolos 3, 15)
καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· (Atos dos Apóstolos 3, 17)
ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. (Atos dos Apóstolos 3, 18)