Encontrados 11645 resultados para: Δὲ
μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν (Eclesiástico 7, 13)
μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου (Eclesiástico 7, 14)
μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ (Eclesiástico 7, 18)
μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ (Eclesiástico 7, 20)
τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν (Eclesiástico 7, 23)
μὴ πρόσπαιζε ἀπαιδεύτῳ ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου (Eclesiástico 8, 4)
μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν (Eclesiástico 8, 8)
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε (Eclesiástico 8, 16)
μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν (Eclesiástico 9, 1)
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς (Eclesiástico 9, 4)
ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου (Eclesiástico 9, 16)
κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται (Eclesiástico 10, 1)