Mosaico decorativo

Encontrados 2227 resultados para: Γὰρ

  • ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται (Sabedoria 2, 11)

  • θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ (Sabedoria 2, 20)

  • ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν (Sabedoria 2, 21)

  • καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης (Sabedoria 3, 4)

  • σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν (Sabedoria 3, 11)

  • καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος (Sabedoria 3, 14)

  • ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως (Sabedoria 3, 15)

  • ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ’ ἐσχάτων τὸ γῆρας αὐτῶν (Sabedoria 3, 17)

  • γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη (Sabedoria 3, 19)

  • κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται (Sabedoria 4, 4)

  • ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν (Sabedoria 4, 6)

  • γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται (Sabedoria 4, 8)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina