Encontrados 872 resultados para: Βασιλεὺς
καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην (I Macabeus 10, 65)
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν (I Macabeus 10, 68)
καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν (I Macabeus 10, 88)
καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ (I Macabeus 11, 1)
ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς (I Macabeus 11, 8)
Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων (I Macabeus 11, 14)
καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη (I Macabeus 11, 16)
καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν (I Macabeus 11, 18)
καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων (I Macabeus 11, 26)
καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον (I Macabeus 11, 29)
βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων (I Macabeus 11, 30)
βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν (I Macabeus 11, 32)