Encontrados 1753 resultados para: Αὐτοῖς
υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ (Ezequiel 3, 17)
καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοῖς καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν (Ezequiel 3, 25)
καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφωθήσῃ καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα διότι οἶκος παραπικραίνων ἐστίν (Ezequiel 3, 26)
καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς (Ezequiel 5, 6)
καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου (Ezequiel 5, 9)
ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν (Ezequiel 7, 20)
ἄρχων ἐνδύσεται ἀφανισμόν καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς καὶ γνώσονται ὅτι ἐγὼ κύριος (Ezequiel 7, 27)
καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω (Ezequiel 8, 18)
ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ’ αὐτῶν διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν (Ezequiel 10, 17)
υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν (Ezequiel 11, 15)
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ (Ezequiel 11, 16)
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ (Ezequiel 11, 17)