Encontrados 8 resultados para: Αχαρ

  • καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ (Josué 7, 1)

  • καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱοῦ Ζαρα (Josué 7, 18)

  • καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ’ ἐμοῦ (Josué 7, 19)

  • καὶ ἀπεκρίθη Αχαρ τῷ Ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα (Josué 7, 20)

  • καὶ ἔλαβεν Ἰησοῦς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ (Josué 7, 24)

  • καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ τί ὠλέθρευσας ἡμᾶς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ισραηλ (Josué 7, 25)

  • οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή καὶ οὗτος εἷς μόνος ἦν μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ (Josué 22, 20)

  • καὶ υἱοὶ Χαρμι Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα (I Crônicas 2, 7)


“As almas! As almas! Se alguém soubesse o preço que custam”. São Padre Pio de Pietrelcina