Encontrados 6961 resultados para: Αυτού Μεγαλειότητα
μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ (Salmos 104, 5)
σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ (Salmos 104, 6)
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ (Salmos 104, 7)
ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς (Salmos 104, 8)
ὃν διέθετο τῷ Αβρααμ καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ (Salmos 104, 9)
ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ (Salmos 104, 18)
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν (Salmos 104, 19)
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ (Salmos 104, 21)
τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι (Salmos 104, 22)
καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ (Salmos 104, 24)
μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ (Salmos 104, 25)
ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ Ααρων ὃν ἐξελέξατο αὐτόν (Salmos 104, 26)