Mosaico decorativo

Encontrados 6961 resultados para: Αυτού Μεγαλειότητα

  • καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά (Esdras 6, 31)

  • διὰ ταῦτα καὶ ὁ κύριος οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ (Esdras 6, 32)

  • καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ (Esdras 8, 4)

  • εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ (Esdras 8, 25)

  • καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ (Esdras 8, 26)

  • ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ’ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα (Esdras 8, 30)

  • ἐκ τῶν υἱῶν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι (Esdras 8, 31)

  • ἐκ τῶν υἱῶν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες τριακόσιοι ἐκ τῶν υἱῶν Αδινου Βην-Ιωναθου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα (Esdras 8, 32)

  • ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα (Esdras 8, 33)

  • ἐκ τῶν υἱῶν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα (Esdras 8, 34)

  • ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο (Esdras 8, 35)

  • ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα (Esdras 8, 36)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina