Mosaico decorativo

1. Quibus auditis, cuncti reges, qui trans Iordanem versabantur in montanis et in Sephela, in omni litore maris Magni, hi quoque, qui habitabant usque ad Libanum, Hetthaeus et Amorraeus, Chananaeus, Pherezaeus et Hevaeus et Iebusaeus

1. ὡς δ’ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι

2. congregati sunt pariter, ut pugnarent contra Iosue et Israel uno animo eademque sententia.

2. συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες (2a) τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ (2b) καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου (2c) καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ (2d) καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις (2e) καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ (2f) οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ

3. At hi, qui habitabant in Gabaon, audientes cuncta, quae fecerat Iosue Iericho et Hai,

3. καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι

4. et callide cogitantes tulerunt sibi cibaria, saccos veteres asinis imponentes et utres vinarios vetustos, scissos atque consutos,

4. καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους

5. calceamentaque perantiqua, quae ad indicium vetustatis pittaciis consuta erant, induti veteribus vestimentis; panes quoque, quos portabant ob viaticum, duri erant et in frusta comminuti.

5. καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος

6. Perrexeruntque ad Iosue, qui tunc morabatur in castris Galgalae, et dixerunt ei atque omni simul Israeli: “De terra longinqua venimus pactum vobiscum facere cupientes”. Responderuntque viri Israel ad Hevaeos atque dixerunt:

6. καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ ἐκ γῆς μακρόθεν ἥκαμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην

7. “Ne forte in medio nostri habitetis, et non possimus foedus inire vobiscum”.

7. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς καὶ πῶς σοι διαθῶμαι διαθήκην

8. At illi ad Iosue: “Servi, inquiunt, tui sumus”. Quibus Iosue ait: “Quinam estis et unde venistis?”.

8. καὶ εἶπαν πρὸς Ἰησοῦν οἰκέται σού ἐσμεν καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε

9. Responderunt: “De terra longinqua valde venerunt servi tui in nomine Domini Dei tui; audivimus enim famam potentiae eius, cuncta, quae fecit in Aegypto

9. καὶ εἶπαν ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ

10. et duobus Amorraeorum regibus trans Iordanem, Sehon regi Hesebon et Og regi Basan, qui erat in Astharoth.

10. καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν

11. Dixeruntque nobis seniores et omnes habitatores terrae nostrae: “Tollite in manibus cibaria in viam et occurrite eis ac dicite: Servi vestri sumus; foedus inite nobiscum”.

11. καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην

12. En panes: quando egressi sumus de domibus nostris, ut veniremus ad vos, calidos sumpsimus; nunc sicci facti sunt et vetustate nimia comminuti.

12. οὗτοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι

13. Utres vini novos implevimus, nunc rupti sunt et soluti; vestes et calceamenta, quibus induimur et quae habemus in pedibus, ob longitudinem largioris viae trita sunt et paene consumpta”.

13. καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὗτοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα

14. Susceperunt igitur viri de cibariis eorum et os Domini non interrogaverunt.

14. καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν

15. Fecitque Iosue cum eis pacem et, inito foedere, pollicitus est quod viverent; principes quoque coetus iuraverunt eis.

15. καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς

16. Post dies autem tres initi foederis, audierunt quod in vicino et inter eos habitarent.

16. καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν

17. Moveruntque castra filii Israel et venerunt ad civitates eorum die tertio, quarum haec vocabula sunt: Gabaon et Cephira et Beroth et Cariathiarim;

17. καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν

18. et non percusserunt eos filii Israel, eo quod iurassent eis principes coetus in nomine Domini, Dei Israel. Murmuravit itaque omnis coetus contra principes,

18. καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν

19. qui responderunt eis: “Iuravimus illis in nomine Domini, Dei Israel, et idcirco non possumus eos contingere.

19. καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν

20. Sed hoc faciemus eis: reserventur quidem, ut vivant, ne contra nos ira Domini concitetur, si peieraverimus;

20. τοῦτο ποιήσομεν ζωγρῆσαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς

21. sed sic vivant, ut in usus universae multitudinis ligna caedant aquasque comportent”. Quibus haec loquentibus,

21. ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες

22. vocavit Gabaonitas Iosue et dixit eis: “Cur nos decipere fraude voluistis, ut diceretis: “Procul valde habitamus a vobis”, cum in medio nostri sitis?

22. καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν

23. Itaque sub maledictione eritis, et non deficiet de stirpe vestra servus ligna caedens aquasque comportans in domum Dei mei”.

23. καὶ νῦν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου

24. Qui responderunt: “Nuntiatum est nobis servis tuis, quod mandasset Dominus Deus tuus Moysi servo suo, ut traderet vobis omnem terram et disperderet cunctos habitatores eius; timuimus igitur valde pro animabus nostris, vestro terrore compulsi, et hoc consilium inivimus.

24. καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο

25. Nunc autem in manu tua sumus: quod tibi bonum et rectum videtur, fac nobis”.

25. καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν ποιήσατε ἡμῖν

26. Fecit ergo Iosue, ut dixerat, et liberavit eos de manu filiorum Israel, ut non occiderentur.

26. καὶ ἐποίησαν αὐτοῖς οὕτως καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς

27. Decrevitque in illo die esse eos in ministerium cuncti populi et altaris Domini caedentes ligna et aquas comportantes usque in praesens tempus pro loco, quem Dominus elegisset.

27. καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος



Przeczytaj Biblię w rok

Dołącz do naszej społeczności i przeczytaj całą Biblię w 365 dni. Ustrukturyzowana i inspirująca ścieżka pogłębiająca Twoją wiarę i wiedzę o Piśmie Świętym.