Mosaico decorativo

1. Palabra de Yahveh que fue dirigida a Miqueas de Moréset, en tiempo de Jotam, Ajaz y Ezequías, reyes de Judá. Sus visiones sobre Samaria y Jerusalén.

1. καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ

2. ¡Escuchad, pueblos todos, atiende tierra y cuanto encierras! ¡Sea testigo Yahveh contra vosotros, el Señor desde su santo Templo!

2. ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ

3. Pues he aquí que Yahveh sale de su lugar, baja y huella las alturas de la tierra.

3. διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς

4. Debajo de él los montes se derriten, y los valles se hienden, como la cera al fuego, como aguas que se precipitan por una pendiente.

4. καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει

5. Todo esto por el delito de Jacob, por los pecados de la casa de Israel. ¿Cuál es el delito de Jacob? ¿No es Samaria? ¿Cuál es el pecado de la casa de Judá? ¿No es Jerusalén?

5. διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια τοῦ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ

6. «Voy a hacer de Samaria una ruina de campo, un plantío de viñas. Haré rodar sus piedras por el valle, pondré al desnudo sus cimientos.

6. καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω

7. Todos sus ídolos serán machacados, todos sus dones quemados al fuego, todas sus imágenes las dejaré en desolación, porque han sido amontonadas con don de prostituta y a don de prostituta tornarán.»

7. καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν

8. Por eso me lamentaré y gemiré, andaré descalzo y desnudo, lanzaré aullidos como los chacales, y lamentos como las avestruces;

8. ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων

9. porque su herida es incurable, hasta Judá ha llegado, ha tocado hasta la puerta de mi pueblo, hasta Jerusalén.

9. ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ιερουσαλημ

10. ¡No lo contéis en Gat en... no derraméis llanto! ¡En Bet Leafrá revolveos en el polvo!

10. οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν

11. ¡Toca el cuerno, habitante de Safir! ¡De su ciudad no sale la que habita en Saanán! ¡Bet Haesel desde sus cimientos ha sido arrancada, desde la base de su emplazamiento!

11. κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης

12. ¿Cómo podrá esperar el bien la que habita en Marot? Porque ha llegado el mal de parte de Yahveh a la puerta de Jerusalén.

12. τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ

13. ¡Unce al carro los corceles, habitante de Lakís! (Tal fue el comienzo del pecado para la hija de Sión, porque en ti se encontraban los delitos de Israel.)

13. ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ

14. Por eso tendrás que devolver la dote a Moréset Gat. Bet Akzib será una mentira para los reyes de Israel.

14. διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ

15. ¡Aún te traeré al conquistador, habitante de Maresá! Hasta Adullam se irá la gloria de Israel!

15. ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα Λαχις κληρονομία ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ

16. ¡Arranca tus cabellos, mésate, por los hijos de tus delicias, ensancha tu calva como la del buitre, porque lejos de ti van deportados!

16. ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.