Mosaico decorativo

1. Ten a bien, Job, escuchar mis palabras, presta oído a todas mis razones.

1. οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου

2. Ya ves que he abierto mi boca, en mi paladar habla mi lengua.

2. ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν ἡ γλῶσσά μου

3. Mi corazón dará palabras cuerdas, la pura verdad dirán mis labios.

3. καθαρά μου ἡ καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει

4. El soplo de Dios me hizo, me animó el aliento de Sadday.

4. πνεῦμα θεῖον τὸ ποιῆσάν με πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με

5. Si eres capaz, replícame, ¡alerta, ponte en guardia ante mí!

5. ἐὰν δύνῃ δός μοι ἀπόκρισιν πρὸς ταῦτα ὑπόμεινον στῆθι κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ

6. Mira, soy como tú, no soy un dios, también yo de arcilla fui plasmasdo.

6. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα

7. Por eso mi terror no te ha de espantar, no pesará mi mano sobre ti.

7. οὐχ ὁ φόβος μού σε στροβήσει οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί

8. No has hecho más que decir a mis propios oídos, - pues he oído el son de tus palabras -:

8. πλὴν εἶπας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα

9. «Puro soy, sin delito; limpio estoy, no hay culpa en mí.

9. διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα

10. Pero él inventa contra mí pretextos, y me reputa como su enemigo;

10. μέμψιν δὲ κατ’ ἐμοῦ εὗρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον

11. mis pies pone en el cepo, espía todas mis sendas.»

11. ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς

12. Pues bien, respondo, en esto no tienes razón, porque Dios es más grande que el hombre.

12. πῶς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν

13. ¿Por qué te querellas tú con él porque no responda a todas tus palabras?

13. λέγεις δέ διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα

14. Habla Dios una vez, y otra vez, sin que se le haga caso.

14. ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον

15. En sueños, en visión nocturna, cuando un letargo cae sobre los hombres, mientras están dormidos en su lecho,

15. ἢ ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης

16. entonces abre él el oído de los hombres, y con sus apariciones les espanta,

16. τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν

17. para apartar al hombre de sus obras y acabar con su orgullo de varón,

17. ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο

18. para librar su alma de la fosa y su vida de pasar el Canal.

18. ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ

19. También es corregido por el dolor en su camilla, por el temblor continuo de sus huesos,

19. πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν

20. cuando a su vida el alimento asquea y a su alma los manjares exquisitos,

20. πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει

21. cuando su carne desaparece de la vista, y sus huesos, que no se veían, aparecen;

21. ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά

22. cuando su alma a la fosa se aproxima y su vida a la morada de los muertos.

22. ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ

23. Si hay entonces junto a él un Angel, un Mediador escogido entre mil, que declare al hombre su deber,

23. ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ

24. que de él se apiade y diga: «Líbrale de bajar a la fosa, yo he encontrado el rescate de su alma»,

24. ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ

25. su carne se renueva de vigor juvenil, vuelve a los días de su adolescencia.

25. ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις

26. Invoca a Dios, que le otorga su favor, y va a ver con júbilo su rostro Anuncia a los demás su justicia,

26. εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην

27. canta así entre los hombres: «Yo había pecado y torcido el derecho, mas Dios no me ha dado el merecido.

27. εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον

28. Ha librado mi alma de pasar por la fosa, y mi vida contempla la luz.»

28. σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν καὶ ἡ ζωή μου φῶς ὄψεται

29. He aquí todo lo que hace Dios, dos y tres veces con el hombre,

29. ἰδοὺ πάντα ταῦτα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός

30. para recobrar su alma de la fosa, para que sea alumbrado con la luz de los vivos.

30. ἀλλ’ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν

31. Atiende, Job, escúchame, guarda silencio, y yo hablaré.

31. ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω

32. Si tienes algo que decir, replícame, habla, pues yo deseo darte la razón.

32. εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθῆναί σε

33. Si no, escúchame, guarda silencio, y yo te enseñaré sabiduría.

33. εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.