Mosaico decorativo

1. Escucha, Israel. Hoy vas a pasar ya el Jordán para ir a desalojar a naciones más grandes y fuertes que tú, ciudades grandes, de murallas que llegan hasta el cielo,

1. ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ

2. un pueblo grande y corpulento, los anaquitas, a quienes tú conoces y de quienes has oído decir: «¿Quién puede hacer frente a los hijos de Anaq?»

2. λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ

3. Pero has de saber hoy que Yahveh tu Dios es quien va a pasar delante de ti como un fuego devorador que los destruirá y te los someterá, para que los desalojes y los destruyas rápidamente, como te ha dicho Yahveh.

3. καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος

4. No digas en tu corazón cuando Yahveh tu Dios los arroje de delante de ti: «Por mis méritos me ha hecho Yahveh entrar en posesión de esta tierra», siendo así que sólo por la perversidad de estas naciones las desaloja Yahveh ante ti.

4. μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου

5. No por tus méritos ni por la rectitud de tu corazón vas a tomar posesión de su tierra, sino que sólo por la perversidad de estas naciones las desaloja Yahveh tu Dios ante ti; y también por cumplir la palabra que juró a tus padres, Abraham, Isaac y Jacob.

5. οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ

6. Has de saber, pues, que no es por tu justicia por lo que Yahveh tu Dios te da en posesión esa tierra buena, ya que eres un pueblo de dura cerviz.

6. καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι ὅτι λαὸς σκληροτράχηλος εἶ

7. Acuérdate. No olvides que irritaste a Yahveh tu Dios en el desierto. Desde el día en que saliste del país de Egipto hasta vuestra llegada a este lugar, habéis sido rebeldes a Yahveh.

7. μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον

8. En el Horeb irritasteis a Yahveh, y Yahveh montó en tal cólera contra vosotros que estuvo a punto de destruiros.

8. καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς

9. Yo había subido al monte a recoger las tablas de piedra, las tablas de la alianza que Yahveh había concluido con vosotros. Permanecí en el monte cuarenta días y cuarenta noches sin comer pan ni beber agua.

9. ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον

10. Yahveh me dio las dos tablas de piedra escritas por el dedo de Dios, en las que estaban todas las palabras que Yahveh os había dicho de en medio del fuego, en la montaña, el día de la Asamblea.

10. καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας

11. Al cabo de cuarenta días y cuarenta noches, después de darme las dos tablas de piedra, las tablas de la alianza,

11. καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης

12. me dijo Yahveh: «Levántate, baja de aquí a toda prisa, porque tu pueblo, el que tú sacaste de Egipto, se ha pervertido. Bien pronto se han apartado del camino que yo les había prescrito: se han hecho un ídolo de fundición.»

12. καὶ εἶπεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς χώνευμα

13. Continuó Yahveh y me dijo: «He visto a este pueblo: es un pueblo de dura cerviz.

13. καὶ εἶπεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν τοῦτον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν

14. Déjame que los destruya y borre su nombre de debajo del cielo; y que haga de ti una nación más fuerte y numerosa que ésta.»

14. ἔασόν με ἐξολεθρεῦσαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο

15. Yo me volví y bajé del monte, que ardía en llamas, llevando en mis manos las dos tablas de la alianza.

15. καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου

16. Y vi que vosotros habíais pecado contre Yahveh vuestro Dios. Os habíais hecho un becerro de fundición: bien pronto os habíais apartado del camino que Yahveh os tenía prescrito.

16. καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν κύριος

17. Tomé entonces las dos tablas, las arrojé de mis manos y las hice pedazos a vuestros propios ojos.

17. καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν

18. Luego me postré ante Yahveh; como la otra vez, estuve cuarenta días y cuarenta noches sin comer pan ni beber agua, por todo el pecado que habíais cometido haciendo el mal a los ojos de Yahveh hasta irritarle.

18. καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν

19. Porque tenía mucho miedo de la ira y del furor que irritaba a Yahveh contra vosotros hasta querer destruiros. Y una vez más me escuchó Yahveh.

19. καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ

20. También contra Aarón estaba Yahveh violentamente irritado hasta querer destruirle. Yo intercedí también entonces en favor de Aarón.

20. καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρεῦσαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τῷ καιρῷ ἐκείνῳ

21. Y vuestro pecado, el becerro que os habíais hecho, lo tomé y lo quemé; lo hice pedazos, lo pasé a la muela hasta que quedó reducido a polvo, y tiré el polvo al torrente que baja de la montaña.

21. καὶ τὴν ἁμαρτίαν ὑμῶν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὗ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους

22. Y en Taberá, y en Massá, y en Quibrot Hattaavá, irritasteis a Yahveh.

22. καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν

23. Y cuando Yahveh os hizo salir de Cadés Barnea diciendo: «Subid a tomar posesión de la tierra que yo os he dado», os rebelasteis contra la orden de Yahveh vuestro Dios, no creísteis en él ni eschuchasteis su voz.

23. καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ

24. Habéis sido rebeldes a Yahveh vuestro Dios desde el día en que os conoció.

24. ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν

25. Me postré, pues, ante Yahveh y estuve postrado estos cuarenta días y cuarenta noches, porque Yahveh había hablado de destruiros.

25. καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς

26. Supliqué a Yahveh y dije: «Señor Yahveh, no destruyas a tu pueblo, tu heredad, que tú rescataste con tu grandeza y que sacaste de Egipto con mano fuerte.

26. καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα κύριε κύριε βασιλεῦ τῶν θεῶν μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ

27. Acuérdate de tus siervos Abraham, Isaac y Jacob, y no tomes en cuenta la indocilidad de este pueblo, ni su maldad ni su pecado,

27. μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν

28. para que no se diga en el país de donde nos sacaste: "Porque Yahveh no ha podido llevarlos a la tierra que les había prometido, y por el odio que les tiene, los ha sacado para hacerlos morir en el desierto."

28. μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ

29. Pero ellos son tu pueblo, tu heredad, aquellos a quienes tú sacaste con tu gran fuerza y tu tenso brazo.»

29. καὶ οὗτοι λαός σου καὶ κλῆρός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.