Mosaico decorativo

1. And the Lord spoke to Moses, saying:

1. καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

2. Make thee two trumpets of beaten silver, wherewith thou mayest call together the multitude when the camp is to be removed.

2. ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς ἐλατὰς ποιήσεις αὐτάς καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς

3. And when thou shalt sound the trumpets, all the multitude shall gather unto thee to the door of the tabernacle of the covenant.

3. καὶ σαλπίσεις ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου

4. If thou sound but once, the princes and the heads of the multitude of Israel shall come to thee.

4. ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ισραηλ

5. But if the sound of the trumpets be longer, and with interruptions, they that are on the east side, shall first go forward.

5. καὶ σαλπιεῖτε σημασίαν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς

6. And at the second sounding and like noise of the trumpet, they who lie on the south side shall take up their tents. And after this manner shall the rest do, when the trumpets shall sound for a march.

6. καὶ σαλπιεῖτε σημασίαν δευτέραν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα καὶ σαλπιεῖτε σημασίαν τρίτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν καὶ σαλπιεῖτε σημασίαν τετάρτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν

7. But when the people is to be gathered together, the sound of the trumpets shall be plain, and they shall not make a broken sound.

7. καὶ ὅταν συναγάγητε τὴν συναγωγήν σαλπιεῖτε καὶ οὐ σημασίᾳ

8. And the sons of Aaron the priest shall sound the trumpets: and this shall be an ordinance for ever in your generations.

8. καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν

9. If you go forth to war out of your land against the enemies that fight against you, you shall sound aloud with the trumpets, and there shall be a remembrance of you before the Lord your God, that you may be delivered out of the hands of your enemies.

9. ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν

10. If at any time you shall have a banquet, end on your festival days, and on the first days of your months, you shall sound the trumpets over the holocausts, and the sacrifices of peace offerings, that they may be to you for a remembrance of your God. I am the Lord your God.

10. καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν

11. The second year, in the second month, the twentieth day of the month, the cloud was taken up from the tabernacle of the covenant.

11. καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου

12. And the children of Israel marched by their troops from the desert of Sinai, and the cloud rested in the wilderness of Pharan.

12. καὶ ἐξῆραν οἱ υἱοὶ Ισραηλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινα καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαραν

13. And the first went forward according to the commandment of the Lord by the hand of Moses.

13. καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ

14. The sons of Juda by their troops: whose prince was Nahasson the son of Aminadab.

14. καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσων υἱὸς Αμιναδαβ

15. In the tribe of the sons of Issachar, the prince was Nathanael the son of Suar.

15. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ

16. In the tribe of Zabulon, the prince was Eliab the son of Helon.

16. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων

17. And the tabernacle was taken down, and the sons of Gerson and Merari set forward, bearing it.

17. καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν

18. And the sons of Ruben also marched, by their troops and ranks, whose prince was Helisur the son of Sedeur.

18. καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ

19. And in the tribe of Simeon, the prince was Salamiel the son of Surisaddai.

19. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι

20. And in the tribe of Cad, the prince was Eliasaph the son of Duel.

20. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γαδ Ελισαφ ὁ τοῦ Ραγουηλ

21. Then the Caathites also marched carrying the sanctuary. So long was the tabernacle carried, till they same to the place of setting it up.

21. καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν ἕως παραγένωνται

22. The sons of Ephraim also moved their camp by their troops, in whose army the prince was Elisama the son of Ammiud.

22. καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εφραιμ σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ

23. And in the tribe of the sons of Manasses, the prince was Gamaliel the son of Phadassur.

23. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασση Γαμαλιηλ ὁ τοῦ Φαδασσουρ

24. And in the tribe of Benjamin, the prince was Abidan the son of Gedeon.

24. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμιν Αβιδαν ὁ τοῦ Γαδεωνι

25. The last of all the camp marched the sons of Dan by their troops, in whose army the prince was Ahiezer the son of Ammisaddai.

25. καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Αχιεζερ ὁ τοῦ Αμισαδαι

26. And in the tribe of the sons of Aser, the prince was Phegiel the son of Ochran.

26. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν

27. And in the tribe of the sons of Nephtali, the prince was Ahira the son of Enan.

27. καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν

28. This was the order of the camps, and marches of the children of Israel by their troops, when they set forward.

28. αὗται αἱ στρατιαὶ υἱῶν Ισραηλ καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν

29. And Moses said to Hobab the son of Raguel the Madianite, his kinsman: We are going towards the place which the Lord will give us: come with us, that we may do thee good : for the Lord hath promised good things to Israel.

29. καὶ εἶπεν Μωυσῆς τῷ Ιωβαβ υἱῷ Ραγουηλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν κύριος τοῦτον δώσω ὑμῖν δεῦρο μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν ὅτι κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ

30. But he answered him: I will not go with thee, but I will return to my country, wherein I was born.

30. καὶ εἶπεν πρὸς αὐτόν οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου

31. And he said: Do not leave us: for thou knowest in what places we should encamp in the wilderness, and thou shalt be our guide.

31. καὶ εἶπεν μὴ ἐγκαταλίπῃς ἡμᾶς οὗ εἵνεκεν ἦσθα μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης

32. And if thou comest with us, we will give thee what is the best of the riches which the Lord shall deliver to us.

32. καὶ ἔσται ἐὰν πορευθῇς μεθ’ ἡμῶν καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς καὶ εὖ σε ποιήσομεν

33. So they marched from the mount of the Lord three days' journey, and the ark of the covenant of the Lord went before them, for three days providing a place for the camp.

33. καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν

34. The cloud also of the Lord was over them by day when they marched.

34. καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς ἐξεγέρθητι κύριε διασκορπισθήτωσαν οἱ ἐχθροί σου φυγέτωσαν πάντες οἱ μισοῦντές σε

35. And when the ark was lifted up, Moses said: Arise, O Lord, and let thy enemies be scattered, and let them that hate thee, flee from before thy face.

35. καὶ ἐν τῇ καταπαύσει εἶπεν ἐπίστρεφε κύριε χιλιάδας μυριάδας ἐν τῷ Ισραηλ

36. And when it was set down, he said: Return, O Lord, to the multitude of the host of Israel.

36. καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ’ αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.