Mosaico decorativo

Fondare 30963 Risultati per: ᾯ

  • πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν (Números 7, 88)

  • ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν (Números 7, 89)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 8, 1)

  • λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι (Números 8, 2)

  • καὶ ἐποίησεν οὕτως Ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 8, 3)

  • καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν (Números 8, 4)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 8, 5)

  • λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς (Números 8, 6)

  • καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται (Números 8, 7)

  • καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας (Números 8, 8)

  • καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ (Números 8, 9)

  • καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας (Números 8, 10)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina