Fondare 11195 Risultati per: Ὡς
καὶ ἀφελεῖ ἀπ’ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ (Levítico 6, 8)
οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας (Levítico 6, 10)
τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ὃ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτόν τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν (Levítico 6, 13)
καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται (Levítico 6, 16)
ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας οὕτω καὶ τὸ τῆς πλημμελείας νόμος εἷς αὐτῶν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτῷ αὐτῷ ἔσται (Levítico 7, 7)
καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται (Levítico 7, 8)
καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν αὐτῷ ἔσται (Levítico 7, 9)
ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ (Levítico 7, 12)
ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου (Levítico 7, 13)
καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται βρωθήσεται οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί (Levítico 7, 15)
καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται (Levítico 7, 17)
καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωθήσεται (Levítico 7, 24)