Fondare 11195 Risultati per: Ὡς
ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι’ ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν (Eclesiástico 26, 28)
ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία (Eclesiástico 27, 2)
ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ (Eclesiástico 27, 4)
σκεύη κεραμέως δοκιμάζει κάμινος καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ (Eclesiástico 27, 5)
γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου (Eclesiástico 27, 6)
ἐὰν διώκῃς τὸ δίκαιον καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης (Eclesiástico 27, 8)
λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα (Eclesiástico 27, 10)
διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται (Eclesiástico 27, 11)
διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας (Eclesiástico 27, 13)
καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον (Eclesiástico 27, 18)
καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν (Eclesiástico 27, 19)
μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος (Eclesiástico 27, 20)