Fondare 4523 Risultati per: Ὅτι
πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινῶντες παρῆκαν γῆν ὅτι στεῖρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν (I Samuel 2, 5)
διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ (I Samuel 2, 9)
καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ ψυχή σου καὶ εἶπεν οὐχί ὅτι νῦν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιῶς (I Samuel 2, 16)
καὶ ἦν ἡ ἁμαρτία τῶν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου (I Samuel 2, 17)
μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιεῖτε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν θεῷ (I Samuel 2, 24)
ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ τίς προσεύξεται ὑπὲρ αὐτοῦ καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθεῖραι αὐτούς (I Samuel 2, 25)
διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ εἶπα ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος καὶ νῦν φησιν κύριος μηδαμῶς ἐμοί ὅτι ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται (I Samuel 2, 30)
καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν (I Samuel 3, 5)
καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε (I Samuel 3, 6)
καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον (I Samuel 3, 8)
καὶ εἶπεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς λάλει κύριε ὅτι ἀκούει ὁ δοῦλός σου καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ (I Samuel 3, 9)
καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἶπεν Σαμουηλ λάλει ὅτι ἀκούει ὁ δοῦλός σου (I Samuel 3, 10)