Fondare 35140 Risultati per: Ὁ
καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά (Esdras 6, 31)
διὰ ταῦτα καὶ ὁ κύριος οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ (Esdras 6, 32)
ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι (Esdras 6, 33)
τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν (Esdras 7, 1)
ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις (Esdras 7, 2)
καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν (Esdras 7, 3)
καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ισραηλ (Esdras 7, 4)
καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου (Esdras 7, 5)
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ (Esdras 7, 6)
καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους (Esdras 7, 7)
χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ισραηλ δώδεκα (Esdras 7, 8)
καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ Ισραηλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος (Esdras 7, 9)