Fondare 35140 Risultati per: Ὁ
καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα (II Crônicas 13, 15)
καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν (II Crônicas 13, 16)
καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί (II Crônicas 13, 17)
καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν (II Crônicas 13, 18)
καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς (II Crônicas 13, 19)
καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησεν (II Crônicas 13, 20)
καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ (II Crônicas 13, 21)
καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Αδδω (II Crônicas 13, 22)
καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκα (II Crônicas 13, 23)
καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ (II Crônicas 14, 1)
καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση (II Crônicas 14, 2)
καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς (II Crônicas 14, 3)