Fondare 35140 Risultati per: Ὁ
καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη (I Crônicas 14, 17)
καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν (I Crônicas 15, 1)
τότε εἶπεν Δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ’ ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος (I Crônicas 15, 2)
καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ (I Crônicas 15, 3)
καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας (I Crônicas 15, 4)
τῶν υἱῶν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν εἴκοσι (I Crônicas 15, 5)
τῶν υἱῶν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα (I Crônicas 15, 6)
τῶν υἱῶν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα (I Crônicas 15, 7)
τῶν υἱῶν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι (I Crônicas 15, 8)
τῶν υἱῶν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὀγδοήκοντα (I Crônicas 15, 9)
τῶν υἱῶν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο (I Crônicas 15, 10)
καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ (I Crônicas 15, 11)