Fondare 35140 Risultati per: Ὁ
καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ καὶ οἱ Σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ θεοῖς Σεπφαρουαιν (II Reis 17, 31)
καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν (II Reis 17, 32)
τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν (II Reis 17, 33)
ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς Ιακωβ οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ισραηλ (II Reis 17, 34)
καὶ διέθετο κύριος μετ’ αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς (II Reis 17, 35)
ὅτι ἀλλ’ ἢ τῷ κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε (II Reis 17, 36)
καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψεν ὑμῖν φυλάσσεσθε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους (II Reis 17, 37)
καὶ τὴν διαθήκην ἣν διέθετο μεθ’ ὑμῶν οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους (II Reis 17, 38)
ὅτι ἀλλ’ ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν (II Reis 17, 39)
καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν ὃ αὐτοὶ ποιοῦσιν (II Reis 17, 40)
καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης (II Reis 17, 41)
καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα (II Reis 18, 1)