Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. (Apocalipse 12, 16)

  • καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν ἰησοῦ· (Apocalipse 12, 17)

  • καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης. (Apocalipse 12, 18)

  • καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόμα[τα] βλασφημίας. (Apocalipse 13, 1)

  • καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῶ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. (Apocalipse 13, 2)

  • καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, (Apocalipse 13, 3)

  • καὶ προσεκύνησαν τῶ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῶ θηρίῳ, καὶ προσεκύνησαν τῶ θηρίῳ λέγοντες, τίς ὅμοιος τῶ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ; (Apocalipse 13, 4)

  • καὶ ἐδόθη αὐτῶ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῶ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα [καὶ] δύο. (Apocalipse 13, 5)

  • καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῶ οὐρανῶ σκηνοῦντας. (Apocalipse 13, 6)

  • καὶ ἐδόθη αὐτῶ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῶ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. (Apocalipse 13, 7)

  • καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὖ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῶ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. (Apocalipse 13, 8)

  • εἴ τις ἔχει οὗς ἀκουσάτω. (Apocalipse 13, 9)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina