Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. (Tito 1, 11)

  • εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. (Tito 1, 12)

  • ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, (Tito 1, 13)

  • μὴ προσέχοντες ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. (Tito 1, 14)

  • πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. (Tito 1, 15)

  • θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. (Tito 1, 16)

  • σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. (Tito 2, 1)

  • πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. (Tito 2, 2)

  • πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἴνῳ πολλῶ δεδουλωμένας, καλοδιδασκάλους, (Tito 2, 3)

  • ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, (Tito 2, 4)

  • σώφρονας, ἁγνάς, οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. (Tito 2, 5)

  • τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· (Tito 2, 6)


"Rezai e continuai a rezar para não ficardes entorpecidos". São Padre Pio de Pietrelcina