Fondare 35140 Risultati per: Ὁ
γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· (Gálatas 1, 11)
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως ἰησοῦ χριστοῦ. (Gálatas 1, 12)
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῶ ἰουδαϊσμῶ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, (Gálatas 1, 13)
καὶ προέκοπτον ἐν τῶ ἰουδαϊσμῶ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῶ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. (Gálatas 1, 14)
ὅτε δὲ εὐδόκησεν [ὁ θεὸς] ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ (Gálatas 1, 15)
ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, (Gálatas 1, 16)
οὐδὲ ἀνῆλθον εἰς ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς δαμασκόν. (Gálatas 1, 17)
ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ἱεροσόλυμα ἱστορῆσαι κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· (Gálatas 1, 18)
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. (Gálatas 1, 19)
ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. (Gálatas 1, 20)
ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς συρίας καὶ τῆς κιλικίας. (Gálatas 1, 21)
ἤμην δὲ ἀγνοούμενος τῶ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ἰουδαίας ταῖς ἐν χριστῶ, (Gálatas 1, 22)