Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. (II Coríntios 4, 4)

  • οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ἰησοῦν χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ἰησοῦν. (II Coríntios 4, 5)

  • ὅτι ὁ θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [ἰησοῦ] χριστοῦ. (II Coríntios 4, 6)

  • ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· (II Coríntios 4, 7)

  • ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι, (II Coríntios 4, 8)

  • διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, (II Coríntios 4, 9)

  • πάντοτε τὴν νέκρωσιν τοῦ ἰησοῦ ἐν τῶ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ ἰησοῦ ἐν τῶ σώματι ἡμῶν φανερωθῇ. (II Coríntios 4, 10)

  • ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. (II Coríntios 4, 11)

  • ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. (II Coríntios 4, 12)

  • ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, (II Coríntios 4, 13)

  • εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον ἰησοῦν καὶ ἡμᾶς σὺν ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. (II Coríntios 4, 14)

  • τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ. (II Coríntios 4, 15)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina