Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • εἶπεν ὁ παῦλος τῶ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ἐὰν μὴ οὖτοι μείνωσιν ἐν τῶ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. (Atos dos Apóstolos 27, 31)

  • τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. (Atos dos Apóstolos 27, 32)

  • ἄχρι δὲ οὖ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων, τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· (Atos dos Apóstolos 27, 33)

  • διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. (Atos dos Apóstolos 27, 34)

  • εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῶ θεῶ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. (Atos dos Apóstolos 27, 35)

  • εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. (Atos dos Apóstolos 27, 36)

  • ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῶ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ. (Atos dos Apóstolos 27, 37)

  • κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. (Atos dos Apóstolos 27, 38)

  • ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον. (Atos dos Apóstolos 27, 39)

  • καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. (Atos dos Apóstolos 27, 40)

  • περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῶρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων]. (Atos dos Apóstolos 27, 41)

  • τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· (Atos dos Apóstolos 27, 42)


"Para consolar uma alma na sua dor, mostre todo o bem que ela ainda pode fazer". São Padre Pio de Pietrelcina