Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῶ παύλῳ καὶ [τῶ] σιλᾷ, (Atos dos Apóstolos 16, 29)

  • καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; (Atos dos Apóstolos 16, 30)

  • οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν κύριον ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. (Atos dos Apóstolos 16, 31)

  • καὶ ἐλάλησαν αὐτῶ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. (Atos dos Apóstolos 16, 32)

  • καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, (Atos dos Apóstolos 16, 33)

  • ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ. (Atos dos Apóstolos 16, 34)

  • ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. (Atos dos Apóstolos 16, 35)

  • ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους [τούτους] πρὸς τὸν παῦλον, ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὗν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. (Atos dos Apóstolos 16, 36)

  • ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. (Atos dos Apóstolos 16, 37)

  • ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ῥωμαῖοί εἰσιν, (Atos dos Apóstolos 16, 38)

  • καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. (Atos dos Apóstolos 16, 39)

  • ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν. (Atos dos Apóstolos 16, 40)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina