Fondare 35140 Risultati per: Ὁ
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων. (São João 7, 13)
ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. (São João 7, 14)
ἐθαύμαζον οὗν οἱ ἰουδαῖοι λέγοντες, πῶς οὖτος γράμματα οἶδεν μὴ μεμαθηκώς; (São João 7, 15)
ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· (São João 7, 16)
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. (São João 7, 17)
ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὖτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῶ οὐκ ἔστιν. (São João 7, 18)
οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; (São João 7, 19)
ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; (São João 7, 20)
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. (São João 7, 21)
διὰ τοῦτο μωϊσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν _ οὐχ ὅτι ἐκ τοῦ μωϊσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων _ καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. (São João 7, 22)
εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος μωϊσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; (São João 7, 23)
μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. (São João 7, 24)