Fondare 35140 Risultati per: Ὁ
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ δεκαπόλει ὅσα ἐποίησεν αὐτῶ ὁ ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. (São Marcos 5, 20)
καὶ διαπεράσαντος τοῦ ἰησοῦ [ἐν τῶ πλοίῳ] πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. (São Marcos 5, 21)
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ (São Marcos 5, 22)
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. (São Marcos 5, 23)
καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ. καὶ ἠκολούθει αὐτῶ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. (São Marcos 5, 24)
καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη (São Marcos 5, 25)
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, (São Marcos 5, 26)
ἀκούσασα περὶ τοῦ ἰησοῦ, ἐλθοῦσα ἐν τῶ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· (São Marcos 5, 27)
ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. (São Marcos 5, 28)
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῶ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. (São Marcos 5, 29)
καὶ εὐθὺς ὁ ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῶ ὄχλῳ ἔλεγεν, τίς μου ἥψατο τῶν ἱματίων; (São Marcos 5, 30)
καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; (São Marcos 5, 31)