Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῶ. (São Marcos 1, 13)

  • μετὰ δὲ τὸ παραδοθῆναι τὸν ἰωάννην ἦλθεν ὁ ἰησοῦς εἰς τὴν γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ (São Marcos 1, 14)

  • καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῶ εὐαγγελίῳ. (São Marcos 1, 15)

  • καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν σίμωνα καὶ ἀνδρέαν τὸν ἀδελφὸν σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. (São Marcos 1, 16)

  • καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. (São Marcos 1, 17)

  • καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῶ. (São Marcos 1, 18)

  • καὶ προβὰς ὀλίγον εἶδεν ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῶ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, (São Marcos 1, 19)

  • καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν ζεβεδαῖον ἐν τῶ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. (São Marcos 1, 20)

  • καὶ εἰσπορεύονται εἰς καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. (São Marcos 1, 21)

  • καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. (São Marcos 1, 22)

  • καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν (São Marcos 1, 23)

  • λέγων, τί ἡμῖν καὶ σοί, ἰησοῦ ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. (São Marcos 1, 24)


"É loucura fixar o olhar no que rapidamente passa". São Padre Pio de Pietrelcina