Fondare 35140 Risultati per: Ὁ
διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [αὐτῶν] ὅταν ἄρτον ἐσθίωσιν. (São Mateus 15, 2)
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; (São Mateus 15, 3)
ὁ γὰρ θεὸς εἶπεν, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· (São Mateus 15, 4)
ὑμεῖς δὲ λέγετε, ὃς ἂν εἴπῃ τῶ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, (São Mateus 15, 5)
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. (São Mateus 15, 6)
ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν ἠσαΐας λέγων, (São Mateus 15, 7)
ὁ λαὸς οὖτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ· (São Mateus 15, 8)
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. (São Mateus 15, 9)
καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, ἀκούετε καὶ συνίετε· (São Mateus 15, 10)
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 11)
τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῶ, οἶδας ὅτι οἱ φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; (São Mateus 15, 12)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. (São Mateus 15, 13)