Fondare 35140 Risultati per: Ὁ
καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ (Eclesiástico 36, 20)
πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων (Eclesiástico 36, 21)
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει (Eclesiástico 36, 22)
εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων (Eclesiástico 36, 23)
ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ’ αὐτὸν καὶ στῦλον ἀναπαύσεως (Eclesiástico 36, 24)
οὗ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτῆμα καὶ οὗ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος (Eclesiástico 36, 25)
τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν (Eclesiástico 36, 26)
οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ (Eclesiástico 36, 27)
πᾶς φίλος ἐρεῖ ἐφιλίασα κἀγώ ἀλλ’ ἔστιν φίλος ὀνόματι μόνον φίλος (Eclesiástico 37, 1)
οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν (Eclesiástico 37, 2)
ὦ πονηρὸν ἐνθύμημα πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι (Eclesiástico 37, 3)
ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι (Eclesiástico 37, 4)