Fondare 35140 Risultati per: Ὁ
ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον (Eclesiástico 32, 18)
ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ (Eclesiástico 32, 19)
ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν (Eclesiástico 32, 20)
μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ (Eclesiástico 32, 21)
καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι (Eclesiástico 32, 22)
ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν (Eclesiástico 32, 23)
ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται (Eclesiástico 32, 24)
τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται (Eclesiástico 33, 1)
ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον (Eclesiástico 33, 2)
ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων (Eclesiástico 33, 3)
ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι (Eclesiástico 33, 4)
τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ (Eclesiástico 33, 5)