Fondare 35140 Risultati per: Ὁ
μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ (Eclesiástico 25, 8)
μακάριος ὃς εὗρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων (Eclesiástico 25, 9)
ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον (Eclesiástico 25, 10)
φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται (Eclesiástico 25, 11)
πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός (Eclesiástico 25, 13)
πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν (Eclesiástico 25, 14)
οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ (Eclesiástico 25, 15)
συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς (Eclesiástico 25, 16)
πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος (Eclesiástico 25, 17)
ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά (Eclesiástico 25, 18)
μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ (Eclesiástico 25, 19)
ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ (Eclesiástico 25, 20)