Fondare 35140 Risultati per: Ὁ
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν (Salmos 33, 23)
Gr. Psalm 34 (Heb. 35) τῷ Δαυιδ δίκασον κύριε τοὺς ἀδικοῦντάς με πολέμησον τοὺς πολεμοῦντάς με (Salmos 34, 1)
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου (Salmos 34, 2)
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με εἰπὸν τῇ ψυχῇ μου σωτηρία σου ἐγώ εἰμι (Salmos 34, 3)
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά (Salmos 34, 4)
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς (Salmos 34, 5)
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς (Salmos 34, 6)
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν μάτην ὠνείδισαν τὴν ψυχήν μου (Salmos 34, 7)
ἐλθέτω αὐτοῖς παγίς ἣν οὐ γινώσκουσιν καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ (Salmos 34, 8)
ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ (Salmos 34, 9)
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν κύριε τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν (Salmos 34, 10)
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με (Salmos 34, 11)