Fondare 250 Risultati per: ἱερεῖς

  • καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ (II Crônicas 5, 14)

  • καὶ νῦν ἀνάστηθι κύριε ὁ θεός εἰς τὴν κατάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου οἱ ἱερεῖς σου κύριε ὁ θεός ἐνδύσαιντο σωτηρίαν καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς (II Crônicas 6, 41)

  • καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον (II Crônicas 7, 2)

  • καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν καὶ πᾶς Ισραηλ ἑστηκώς (II Crônicas 7, 6)

  • καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων (II Crônicas 11, 13)

  • καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ (II Crônicas 11, 15)

  • ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πᾶς ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ (II Crônicas 13, 9)

  • καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν (II Crônicas 13, 10)

  • καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ὑμᾶς οἱ υἱοὶ τοῦ Ισραηλ πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν ὅτι οὐκ εὐοδωθήσεται ὑμῖν (II Crônicas 13, 12)

  • καὶ ἀπέστρεψεν Ιουδας καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν (II Crônicas 13, 14)

  • καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται καὶ μετ’ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς (II Crônicas 17, 8)

  • καὶ μὴ εἰσελθέτω εἰς οἶκον κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν αὐτοὶ εἰσελεύσονται ὅτι ἅγιοί εἰσιν καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς κυρίου (II Crônicas 23, 6)


“Cada Missa lhe obtém um grau mais alto de gloria no Céu!” São Padre Pio de Pietrelcina