Fondare 31964 Risultati per: Ἢ
αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου (Números 31, 16)
καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε (Números 31, 17)
πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς (Números 31, 18)
καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν (Números 31, 19)
καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε (Números 31, 20)
καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 31, 21)
πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου (Números 31, 22)
πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι’ ὕδατος (Números 31, 23)
καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν (Números 31, 24)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 31, 25)
λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς (Números 31, 26)
καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς (Números 31, 27)