Mosaico decorativo

Fondare 31964 Risultati per: Ἢ

  • οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας καὶ θραύσματος (Levítico 14, 54)

  • καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας (Levítico 14, 55)

  • καὶ οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος (Levítico 14, 56)

  • καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται οὗτος ὁ νόμος τῆς λέπρας (Levítico 14, 57)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων (Levítico 15, 1)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ἀνδρὶ ἀνδρί ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν (Levítico 15, 2)

  • καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως ἀκαθαρσία αὐτοῦ ἐστιν (Levítico 15, 3)

  • πᾶσα κοίτη ἐφ’ ᾗ ἐὰν κοιμηθῇ ἐπ’ αὐτῆς ὁ γονορρυής ἀκάθαρτός ἐστιν καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται (Levítico 15, 4)

  • καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 5)

  • καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφ’ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 6)

  • ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 8)

  • καὶ πᾶν ἐπίσαγμα ὄνου ἐφ’ ὃ ἂν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται ἕως ἑσπέρας (Levítico 15, 9)


"Deus nunca me recusou um pedido". São Padre Pio de Pietrelcina