Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. (Hebreus 6, 15)

  • ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· (Hebreus 6, 16)

  • ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, (Hebreus 6, 17)

  • ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι [τὸν] θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· (Hebreus 6, 18)

  • ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, (Hebreus 6, 19)

  • ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ἰησοῦς, κατὰ τὴν τάξιν μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. (Hebreus 6, 20)

  • οὖτος γὰρ ὁ μελχισέδεκ, βασιλεὺς σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, (Hebreus 7, 1)

  • ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης, (Hebreus 7, 2)

  • ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῶ υἱῶ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. (Hebreus 7, 3)

  • θεωρεῖτε δὲ πηλίκος οὖτος ᾧ [καὶ] δεκάτην ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. (Hebreus 7, 4)

  • καὶ οἱ μὲν ἐκ τῶν υἱῶν λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ἀβραάμ· (Hebreus 7, 5)

  • ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. (Hebreus 7, 6)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina